Καινή Διαθήκη

Ιωαννου Γ΄ 1:11-15 Elzevir Textus Receptus 1624 (SBLG)

11. Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν.

12. Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ ⸀οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.

13. Πολλὰ εἶχον ⸂γράψαι σοι⸃, ἀλλ’ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι ⸀γράφειν·

14. ἐλπίζω δὲ εὐθέως ⸂σε ἰδεῖν⸃, καὶ στόμα πρὸς στόμα λαλήσομεν.

15. Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα.

Διαβάστε πλήρες κεφάλαιο Ιωαννου Γ΄ 1