Καινή Διαθήκη

Προσ Τιμοθεον Α΄ 5:1-4 Elzevir Textus Receptus 1624 (SBLG)

1. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς,

2. πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.

3. Χήρας τίμα τὰς ὄντως χήρας.

4. εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις, τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ.

Διαβάστε πλήρες κεφάλαιο Προσ Τιμοθεον Α΄ 5