Καινή Διαθήκη

Πετρου Α΄ 4:8-11 Scrivener’s Textus Receptus 1894 (TR1894)

8. πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἥ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν·

9. φιλόξενοι εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν·

10. ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ·

11. εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Διαβάστε πλήρες κεφάλαιο Πετρου Α΄ 4