Καινή Διαθήκη

Προσ Τιμοθεον Β΄ 2:1-8 Elzevir Textus Receptus 1624 (SBLG)

1. Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,

2. καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.

3. ⸀συγκακοπάθησον ὡς καλὸς στρατιώτης ⸂Χριστοῦ Ἰησοῦ⸃.

4. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ·

5. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ·

6. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.

7. νόει ⸀ὃ λέγω· ⸀δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.

8. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου·

Διαβάστε πλήρες κεφάλαιο Προσ Τιμοθεον Β΄ 2