Καινή Διαθήκη

Προσ Θεσσαλονικεισ Α΄ 5:16-23 Elzevir Textus Receptus 1624 (SBLG)

16. πάντοτε χαίρετε,

17. ἀδιαλείπτως προσεύχεσθε,

18. ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.

19. τὸ πνεῦμα μὴ σβέννυτε,

20. προφητείας μὴ ἐξουθενεῖτε·

21. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,

22. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

23. Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.

Διαβάστε πλήρες κεφάλαιο Προσ Θεσσαλονικεισ Α΄ 5