Καινή Διαθήκη

Προσ Θεσσαλονικεισ Α΄ 5:13-22 Elzevir Textus Receptus 1624 (SBLG)

13. καὶ ἡγεῖσθαι αὐτοὺς ⸀ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ⸀ἑαυτοῖς.

14. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.

15. ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν ⸀διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.

16. πάντοτε χαίρετε,

17. ἀδιαλείπτως προσεύχεσθε,

18. ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.

19. τὸ πνεῦμα μὴ σβέννυτε,

20. προφητείας μὴ ἐξουθενεῖτε·

21. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,

22. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

Διαβάστε πλήρες κεφάλαιο Προσ Θεσσαλονικεισ Α΄ 5