Καινή Διαθήκη

Προσ Κορινθιουσ Α΄ 3:1-9 Elzevir Textus Receptus 1624 (SBLG)

1. Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ⸂λαλῆσαι ὑμῖν⸃ ὡς πνευματικοῖς ἀλλ’ ὡς ⸀σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.

2. γάλα ὑμᾶς ἐπότισα, ⸀οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ ⸀οὐδὲ ἔτι νῦν δύνασθε,

3. ἔτι γὰρ σαρκικοί ἐστε. ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ⸀ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;

4. ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, ⸂οὐκ ἄνθρωποί⸃ ἐστε;

5. ⸀Τί οὖν ἐστιν ⸂Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος⸃; ⸀διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν.

6. ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν·

7. ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός.

8. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται κατὰ τὸν ἴδιον κόπον,

9. θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε.

Διαβάστε πλήρες κεφάλαιο Προσ Κορινθιουσ Α΄ 3