Καινή Διαθήκη

Προσ Κορινθιουσ Α΄ 16:19-24 Elzevir Textus Receptus 1624 (SBLG)

19. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.

20. ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

21. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.

22. εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον, ἤτω ἀνάθεμα. ⸂Μαράνα θά⸃.

23. ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθ’ ὑμῶν.

24. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.

Διαβάστε πλήρες κεφάλαιο Προσ Κορινθιουσ Α΄ 16