Καινή Διαθήκη

Προσ Γαλατασ 5:10-18 Elzevir Textus Receptus 1624 (SBLG)

10. ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν ᾖ.

11. ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.

12. ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

13. Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις·

14. ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν.

15. εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.

16. Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.

17. ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται⸃, ἵνα μὴ ἃ ⸀ἐὰν θέλητε ταῦτα ποιῆτε.

18. εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.

Διαβάστε πλήρες κεφάλαιο Προσ Γαλατασ 5