Καινή Διαθήκη

Προσ Γαλατασ 1:1-5 Elzevir Textus Receptus 1624 (SBLG)

1. Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,

2. καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·

3. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ⸂καὶ κυρίου ἡμῶν⸃ Ἰησοῦ Χριστοῦ,

4. τοῦ δόντος ἑαυτὸν ⸀ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ⸂αἰῶνος τοῦ ἐνεστῶτος⸃ πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,

5. ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Διαβάστε πλήρες κεφάλαιο Προσ Γαλατασ 1