Καινή Διαθήκη

Προσ Φιλιππησιουσ 4:11-15 Elzevir Textus Receptus 1624 (SBLG)

11. οὐχ ὅτι καθ’ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι·

12. οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·

13. πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί ⸀με.

14. πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.

15. Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι,

Διαβάστε πλήρες κεφάλαιο Προσ Φιλιππησιουσ 4