Καινή Διαθήκη

Προσ Εφεσιουσ 5:19-31 Elzevir Textus Receptus 1624 (SBLG)

19. λαλοῦντες ⸀ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,

20. εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,

21. ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.

22. Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν ὡς τῷ κυρίῳ,

23. ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρ τοῦ σώματος.

24. ἀλλὰ ⸀ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί.

25. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,

26. ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,

27. ἵνα παραστήσῃ ⸀αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.

28. οὕτως ὀφείλουσιν ⸀καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,

29. οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς τὴν ἐκκλησίαν,

30. ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ.

31. ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν ⸀πατέρα καὶ ⸀τὴν μητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

Διαβάστε πλήρες κεφάλαιο Προσ Εφεσιουσ 5