Καινή Διαθήκη

Πραξεισ Των Αποστολων 28:1-15 Elzevir Textus Receptus 1624 (SBLG)

1. Καὶ διασωθέντες τότε ⸀ἐπέγνωμεν ὅτι ⸀Μελίτη ἡ νῆσος καλεῖται.

2. οἵ ⸀τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ⸀ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος.

3. συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων ⸀τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ⸀ἀπὸ τῆς θέρμης ⸀ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ.

4. ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ⸂πρὸς ἀλλήλους ἔλεγον⸃· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν.

5. ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·

6. οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, ⸀μεταβαλόμενοι ἔλεγον ⸂αὐτὸν εἶναι θεόν⸃.

7. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ⸂τρεῖς ἡμέρας⸃ φιλοφρόνως ἐξένισεν.

8. ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ ⸀δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.

9. τούτου ⸀δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ⸂ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας⸃ προσήρχοντο καὶ ἐθεραπεύοντο,

10. οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς ⸂τὰς χρείας⸃.

11. Μετὰ δὲ τρεῖς μῆνας ⸀ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.

12. καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,

13. ὅθεν ⸀περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους,

14. οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ⸀παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν.

15. κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ⸀ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Των Αποστολων 28