Καινή Διαθήκη

Πραξεισ Των Αποστολων 27:32-40 Elzevir Textus Receptus 1624 (SBLG)

32. τότε ⸂ἀπέκοψαν οἱ στρατιῶται⸃ τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.

33. Ἄχρι δὲ οὗ ⸂ἡμέρα ἤμελλεν⸃ γίνεσθαι παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι·

34. διὸ παρακαλῶ ὑμᾶς ⸀μεταλαβεῖν τροφῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ⸀ἀπὸ τῆς κεφαλῆς ⸀ἀπολεῖται.

35. ⸀εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν.

36. εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροφῆς.

37. ἤμεθα δὲ ⸂αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ⸃ ⸀διακόσιαι ἑβδομήκοντα ἕξ.

38. κορεσθέντες ⸀δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.

39. Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ⸀ἐβουλεύοντο εἰ ⸀δύναιντο ⸀ἐξῶσαι τὸ πλοῖον.

40. καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Των Αποστολων 27