Καινή Διαθήκη

Πραξεισ Των Αποστολων 16:32-35 Elzevir Textus Receptus 1624 (SBLG)

32. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ⸀κυρίου ⸀σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.

33. καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ ⸀πάντες παραχρῆμα,

34. ἀναγαγών τε αὐτοὺς εἰς τὸν ⸀οἶκον παρέθηκεν τράπεζαν καὶ ⸀ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.

35. Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Των Αποστολων 16