Καινή Διαθήκη

Πραξεισ Των Αποστολων 14:24-28 Elzevir Textus Receptus 1624 (SBLG)

24. καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν,

25. καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν,

26. κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.

27. παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ’ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.

28. διέτριβον ⸀δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Των Αποστολων 14