Καινή Διαθήκη

Πετρου Α΄ 2:1-4 Elzevir Textus Receptus 1624 (SBLG)

1. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ⸀ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,

2. ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε ⸂εἰς σωτηρίαν⸃,

3. ⸀εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.

4. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον

Διαβάστε πλήρες κεφάλαιο Πετρου Α΄ 2