Καινή Διαθήκη

Κατα Ματθαιον 26:68-75 Elzevir Textus Receptus 1624 (SBLG)

68. λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

69. Ὁ δὲ Πέτρος ⸂ἐκάθητο ἔξω⸃ ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου·

70. ὁ δὲ ἠρνήσατο ⸀ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις.

71. ἐξελθόντα ⸀δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει ⸀τοῖς ἐκεῖ· ⸀Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου·

72. καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.

73. μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ·

74. τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ ⸀εὐθέως ἀλέκτωρ ἐφώνησεν·

75. καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ⸀ῥήματος Ἰησοῦ ⸀εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 26