Καινή Διαθήκη

Κατα Ματθαιον 23:1-4 Elzevir Textus Receptus 1624 (SBLG)

1. Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ

2. λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.

3. πάντα οὖν ὅσα ⸀ἐὰν εἴπωσιν ὑμῖν ⸂ποιήσατε καὶ τηρεῖτε⸃, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.

4. δεσμεύουσιν ⸀δὲ φορτία ⸀βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, ⸂αὐτοὶ δὲ τῷ⸃ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 23