Καινή Διαθήκη

Κατα Ματθαιον 21:1-5 Elzevir Textus Receptus 1624 (SBLG)

1. Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ ⸀εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ⸀Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς

2. λέγων αὐτοῖς· ⸀Πορεύεσθε εἰς τὴν κώμην τὴν ⸀κατέναντι ὑμῶν, καὶ ⸀εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ⸀ἀγάγετέ μοι.

3. καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺς δὲ ⸀ἀποστελεῖ αὐτούς.

4. Τοῦτο ⸀δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·

5. Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 21