Καινή Διαθήκη

Κατα Ματθαιον 15:1-9 Elzevir Textus Receptus 1624 (SBLG)

1. Τότε προσέρχονται τῷ ⸀Ἰησοῦ ἀπὸ Ἱεροσολύμων ⸂Φαρισαῖοι καὶ γραμματεῖς⸃ λέγοντες

2. Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸀αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.

3. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;

4. ὁ γὰρ θεὸς ⸀εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·

5. ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,

6. ⸀οὐ μὴ ⸀τιμήσει τὸν πατέρα ⸀αὐτοῦ· καὶ ἠκυρώσατε ⸂τὸν λόγον⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.

7. ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων·

8. ⸂Ὁ λαὸς οὗτος⸃ τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·

9. μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 15