Καινή Διαθήκη

Κατα Ματθαιον 14:21-26 Elzevir Textus Receptus 1624 (SBLG)

21. οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

22. Καὶ εὐθέως ⸀ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι ⸀εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

23. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.

24. τὸ δὲ πλοῖον ἤδη ⸂σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν⸃, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.

25. τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸀ἦλθεν πρὸς ⸀αὐτοὺς περιπατῶν ἐπὶ ⸂τὴν θάλασσαν⸃.

26. ⸂οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν⸃ ἐπὶ ⸂τῆς θαλάσσης⸃ περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 14