Καινή Διαθήκη

Κατα Ματθαιον 14:2-8 Elzevir Textus Receptus 1624 (SBLG)

2. καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.

3. Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν ⸀αὐτὸν καὶ ⸂ἐν φυλακῇ ἀπέθετο⸃ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ,

4. ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης⸃· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν·

5. καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.

6. ⸂γενεσίοις δὲ γενομένοις⸃ τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,

7. ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸀ἐὰν αἰτήσηται.

8. ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ματθαιον 14