Καινή Διαθήκη

Κατα Μαρκον 12:27-33 Elzevir Textus Receptus 1624 (SBLG)

27. οὐκ ἔστιν ⸀θεὸς νεκρῶν ⸀ἀλλὰ ζώντων· ⸀πολὺ πλανᾶσθε.

28. Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼν ὅτι καλῶς ⸂ἀπεκρίθη αὐτοῖς⸃, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ⸂ἐντολὴ πρώτη πάντων⸃;

29. ⸂ἀπεκρίθη ὁ Ἰησοῦς⸃ ὅτι Πρώτη ⸀ἐστίν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν,

30. καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος ⸀σου.

31. ⸀δευτέρα αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.

32. ⸀καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·

33. καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ⸀τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ⸀περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.

Διαβάστε πλήρες κεφάλαιο Κατα Μαρκον 12