Καινή Διαθήκη

Κατα Μαρκον 1:9-20 Elzevir Textus Receptus 1624 (SBLG)

9. Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ⸂εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου⸃.

10. καὶ ⸀εὐθὺς ἀναβαίνων ⸀ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ⸀ὡς περιστερὰν καταβαῖνον ⸀εἰς αὐτόν·

11. καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ⸀σοὶ εὐδόκησα.

12. Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.

13. καὶ ⸀ἦν ἐν τῇ ἐρήμῳ ⸂τεσσεράκοντα ἡμέρας⸃ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

14. ⸂Καὶ μετὰ⸃ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ ⸀εὐαγγέλιον τοῦ θεοῦ

15. καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.

16. ⸂Καὶ παράγων⸃ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ⸀ἀδελφὸν Σίμωνος ⸀ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς·

17. καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.

18. καὶ ⸀εὐθὺς ἀφέντες τὰ ⸀δίκτυα ἠκολούθησαν αὐτῷ.

19. καὶ ⸀προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,

20. καὶ ⸀εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.

Διαβάστε πλήρες κεφάλαιο Κατα Μαρκον 1