Καινή Διαθήκη

Κατα Λουκαν 6:1-7 Elzevir Textus Receptus 1624 (SBLG)

1. Ἐγένετο δὲ ἐν ⸀σαββάτῳ διαπορεύεσθαι αὐτὸν ⸀διὰ σπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ ⸂καὶ ἤσθιον τοὺς στάχυας⸃ ψώχοντες ταῖς χερσίν.

2. τινὲς δὲ τῶν Φαρισαίων ⸀εἶπαν· Τί ποιεῖτε ὃ οὐκ ⸀ἔξεστιν τοῖς σάββασιν;

3. καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ⸀ὁπότε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ ⸀ὄντες;

4. ⸀ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸀λαβὼν ἔφαγεν καὶ ⸀ἔδωκεν τοῖς μετ’ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;

5. καὶ ἔλεγεν ⸀αὐτοῖς· Κύριός ἐστιν ⸂τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου⸃.

6. Ἐγένετο ⸀δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ⸂ἄνθρωπος ἐκεῖ⸃ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά·

7. ⸀παρετηροῦντο ⸀δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ ⸀θεραπεύει, ἵνα εὕρωσιν ⸀κατηγορεῖν αὐτοῦ.

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 6