Καινή Διαθήκη

Κατα Λουκαν 3:15-18 Elzevir Textus Receptus 1624 (SBLG)

15. Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός,

16. ἀπεκρίνατο ⸂λέγων πᾶσιν ὁ Ἰωάννης⸃· Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·

17. οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ ⸀διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ ⸀συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

18. Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 3