Καινή Διαθήκη

Κατα Λουκαν 23:10-25 Elzevir Textus Receptus 1624 (SBLG)

10. εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.

11. ἐξουθενήσας δὲ αὐτὸν ⸀καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας ⸀περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.

12. ἐγένοντο δὲ φίλοι ὅ τε ⸂Ἡρῴδης καὶ ὁ Πιλᾶτος⸃ ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ⸀αὑτούς.

13. Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν

14. εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας ⸀οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ.

15. ἀλλ’ οὐδὲ Ἡρῴδης, ⸂ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς⸃· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·

16. παιδεύσας οὖν αὐτὸν ⸀ἀπολύσω.

18. ⸀Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸν Βαραββᾶν·

19. ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ⸃.

20. πάλιν ⸀δὲ ὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.

21. οἱ δὲ ἐπεφώνουν λέγοντες· ⸂Σταύρου σταύρου⸃ αὐτόν.

22. ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.

23. οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ ⸀αὐτῶν.

24. ⸀καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·

25. ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον ⸀εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 23