Καινή Διαθήκη

Κατα Λουκαν 22:42-52 Elzevir Textus Receptus 1624 (SBLG)

42. λέγων· Πάτερ, εἰ βούλει ⸀παρένεγκε ⸂τοῦτο τὸ ποτήριον⸃ ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν ⸀γινέσθω.

43. ⸂ὤφθη δὲ αὐτῷ ἄγγελος ⸀ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν.

44. καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸄καὶ ἐγένετο⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃

45. καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς⸃ ἀπὸ τῆς λύπης,

46. καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

47. ⸀Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.

48. ⸂Ἰησοῦς δὲ⸃ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;

49. ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;

50. καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον⸃ καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ⸃ τὸ δεξιόν.

51. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ⸀ὠτίου ἰάσατο αὐτόν.

52. εἶπεν ⸀δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ’ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων;

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 22