Καινή Διαθήκη

Κατα Λουκαν 12:25-28 Elzevir Textus Receptus 1624 (SBLG)

25. τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται ⸂ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι⸃ ⸀πῆχυν;

26. εἰ οὖν ⸀οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;

27. κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.

28. εἰ δὲ ⸂ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον⸃ καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ⸀ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 12