Καινή Διαθήκη

Κατα Λουκαν 11:32-36 Elzevir Textus Receptus 1624 (SBLG)

32. ἄνδρες ⸀Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.

33. ⸀Οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ’ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ ⸀φέγγος βλέπωσιν.

34. ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ⸀σου. ⸀ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.

35. σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.

36. εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον ⸂μέρος τι⸃ σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 11