Καινή Διαθήκη

Κατα Λουκαν 10:36-42 Elzevir Textus Receptus 1624 (SBLG)

36. ⸀τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;

37. ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν ⸀δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

38. ⸂Ἐν δὲ⸃ τῷ πορεύεσθαι ⸀αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν.

39. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ, ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς⸃ τοὺς πόδας τοῦ ⸀Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ.

40. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπεν διακονεῖν; ⸀εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.

41. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃ περὶ πολλά,

42. ⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός⸃· ⸂Μαριὰμ γὰρ⸃ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς.

Διαβάστε πλήρες κεφάλαιο Κατα Λουκαν 10