Καινή Διαθήκη

Κατα Ιωαννην 7:25-33 Elzevir Textus Receptus 1624 (SBLG)

25. Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;

26. καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ⸀ἐστιν ὁ χριστός;

27. ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν.

28. ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε·

29. ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν.

30. ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

31. ⸂ἐκ τοῦ ὄχλου δὲ πολλοὶ⸃ ἐπίστευσαν εἰς αὐτόν, καὶ ⸀ἔλεγον· Ὁ χριστὸς ὅταν ἔλθῃ ⸀μὴ πλείονα ⸀σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;

32. Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ⸂οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας⸃ ἵνα πιάσωσιν αὐτόν.

33. εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι ⸂χρόνον μικρὸν⸃ μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ιωαννην 7