Καινή Διαθήκη

Κατα Ιωαννην 7:1-4 Elzevir Textus Receptus 1624 (SBLG)

1. Καὶ ⸂μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς⸃ ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι.

2. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.

3. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ⸀θεωρήσουσιν ⸂σοῦ τὰ ἔργα⸃ ἃ ποιεῖς·

4. οὐδεὶς γάρ ⸂τι ἐν κρυπτῷ⸃ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ιωαννην 7