Καινή Διαθήκη

Κατα Ιωαννην 21:15-20 Elzevir Textus Receptus 1624 (SBLG)

15. Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου.

16. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου.

17. λέγει αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ ⸀εἶπεν αὐτῷ· Κύριε, ⸂πάντα σὺ⸃ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ⸀ὁ Ἰησοῦς· Βόσκε τὰ ⸀πρόβατά μου.

18. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει⸃ καὶ οἴσει ὅπου οὐ θέλεις.

19. τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.

20. ⸀Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;

Διαβάστε πλήρες κεφάλαιο Κατα Ιωαννην 21