Καινή Διαθήκη

Κατα Ιωαννην 19:9-14 Elzevir Textus Receptus 1624 (SBLG)

9. καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.

10. λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί⸃ σε;

11. ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν ⸂κατ’ ἐμοῦ οὐδεμίαν⸃ εἰ μὴ ἦν ⸂δεδομένον σοι⸃ ἄνωθεν· διὰ τοῦτο ὁ ⸀παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.

12. ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει⸃ ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13. Ὁ οὖν Πιλᾶτος ἀκούσας ⸂τῶν λόγων τούτων⸃ ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ⸀ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.

14. ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς⸃ ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ιωαννην 19