Καινή Διαθήκη

Κατα Ιωαννην 19:10-22 Elzevir Textus Receptus 1624 (SBLG)

10. λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ⸂ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί⸃ σε;

11. ἀπεκρίθη ⸀αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν ⸂κατ’ ἐμοῦ οὐδεμίαν⸃ εἰ μὴ ἦν ⸂δεδομένον σοι⸃ ἄνωθεν· διὰ τοῦτο ὁ ⸀παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.

12. ἐκ τούτου ⸂ὁ Πιλᾶτος ἐζήτει⸃ ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι ⸀ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13. Ὁ οὖν Πιλᾶτος ἀκούσας ⸂τῶν λόγων τούτων⸃ ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ⸀ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα.

14. ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ⸂ἦν ὡς⸃ ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν.

15. ⸂ἐκραύγασαν οὖν ἐκεῖνοι⸃· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.

16. τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον ⸀οὖν τὸν ⸀Ἰησοῦν·

17. καὶ βαστάζων ⸂αὑτῷ τὸν σταυρὸν⸃ ἐξῆλθεν εἰς ⸀τὸν λεγόμενον Κρανίου Τόπον, ⸀ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα,

18. ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.

19. ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων.

20. τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, ⸂Ῥωμαϊστί, Ἑλληνιστί⸃.

21. ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς ⸂τῶν Ἰουδαίων εἰμί⸃.

22. ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ιωαννην 19