Καινή Διαθήκη

Ιακωβου 4:8-17 Elzevir Textus Receptus 1624 (SBLG)

8. ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.

9. ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν·

10. ταπεινώθητε ἐνώπιον ⸀κυρίου, καὶ ὑψώσει ὑμᾶς.

11. Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.

12. εἷς ⸀ἐστιν νομοθέτης ⸂καὶ κριτής⸃, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων⸃ τὸν ⸀πλησίον;

13. Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ αὔριον ⸀πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν ἐκεῖ ⸀ἐνιαυτὸν καὶ ⸀ἐμπορευσόμεθα καὶ ⸀κερδήσομεν·

14. οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ τῆς αὔριον ⸀ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε ⸀ἡ πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα καὶ ἀφανιζομένη·

15. ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ, καὶ ⸀ζήσομεν καὶ ⸀ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.

16. νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.

17. εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Διαβάστε πλήρες κεφάλαιο Ιακωβου 4