21. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
22. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23. Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24. πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25. Ἀδελφοί, ⸀προσεύχεσθε περὶ ἡμῶν.
26. ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27. ⸀ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν ⸀τοῖς ἀδελφοῖς.