Καινή Διαθήκη

Προσ Τιμοθεον Α΄ 5:4-13 Scrivener’s Textus Receptus 1894 (TR1894)

4. εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστὶ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ.

5. ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τόν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας.

6. ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε.

7. καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν.

8. εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.

9. χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα, γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή,

10. ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε.

11. νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν,

12. ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν.

13. ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.

Διαβάστε πλήρες κεφάλαιο Προσ Τιμοθεον Α΄ 5