Καινή Διαθήκη

Προσ Κολοσσαεισ 2:20-23 Scrivener’s Textus Receptus 1894 (TR1894)

20. Εἰ οὖν ἀπεθάνετε σὺν τῷ Χριστῷ, ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε,

21. Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς

22. ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;

23. ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκεία καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.

Διαβάστε πλήρες κεφάλαιο Προσ Κολοσσαεισ 2