Καινή Διαθήκη

Προσ Τιμοθεον Α΄ 2:2-8 Scrivener’s Textus Receptus 1894 (TR1894)

2. ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι·

3. τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ,

4. ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

5. εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἄνθρωπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,

6. ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις,

7. εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

8. Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.

Διαβάστε πλήρες κεφάλαιο Προσ Τιμοθεον Α΄ 2