Καινή Διαθήκη

Προσ Τιμοθεον Α΄ 2:1-5 Scrivener’s Textus Receptus 1894 (TR1894)

1. Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων·

2. ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι·

3. τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ,

4. ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

5. εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἄνθρωπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,

Διαβάστε πλήρες κεφάλαιο Προσ Τιμοθεον Α΄ 2