Καινή Διαθήκη

Πραξεισ Των Αποστολων 20:30-35 Scrivener’s Textus Receptus 1894 (TR1894)

30. καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.

31. διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.

32. καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποἰκοδομῆσαι, καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.

33. ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα.

34. αὐτοὶ δὲ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.

35. πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε, Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν.

Διαβάστε πλήρες κεφάλαιο Πραξεισ Των Αποστολων 20