Καινή Διαθήκη

Κατα Ιωαννην 17:3-6 Scrivener’s Textus Receptus 1894 (TR1894)

3. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

4. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ετελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω

5. καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

6. ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ τὸν λόγον σου τετήρηκασι.

Διαβάστε πλήρες κεφάλαιο Κατα Ιωαννην 17