Καινή Διαθήκη

Αποκαλυψισ Ιωαννου 7:1-11 Scrivener’s Textus Receptus 1894 (TR1894)

1. Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπὶ πᾶν δένδρον.

2. καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,

3. λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.

4. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ρμδʹ χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.

5. Ἐκ φυλῆς Ἰούδα, ιβʹ χιλιάδες ἐσφραγισμένοι· Ἐκ φυλῆς Ῥουβήν, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Γάδ, ιβʹ χιλιάδες εσφραγισμένοι·

6. Ἐκ φυλῆς Ἀσὴρ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Νεφθαλείμ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Μανασσῆ, ιβʹ χιλιάδες εσφραγισμένοι·

7. Ἐκ φυλῆς Συμεών, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Λευΐ, ιβʹ χιλιάδες, εσφραγισμένοι· Ἐκ φυλῆς Ἰσαχάρ, ιβʹ χιλιάδες εσφραγισμένοι·

8. Ἐκ φυλῆς Ζαβουλών, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Ἰωσήφ, ιβʹ χιλιάδες εσφραγισμένοι· Ἐκ φυλῆς Βενιαμίν, ιβʹ χιλιάδες ἐσφραγισμένοι.

9. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ, ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·

10. καὶ κράζοντες φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ τῷ ἀρνίῳ.

11. καὶ πάντες οἱ ἄγγελοι ἑστήκεσαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ πρόσωπον αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,

Διαβάστε πλήρες κεφάλαιο Αποκαλυψισ Ιωαννου 7