Καινή Διαθήκη

Προσ Θεσσαλονικεισ Α΄ 5:15-26 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

15. ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.

16. Πάντοτε χαίρετε,

17. ἀδιαλείπτως προσεύχεσθε,

18. ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ ᾿Ιησοῦ εἰς ὑμᾶς.

19. τὸ Πνεῦμα μὴ σβέννυτε,

20. προφητείας μὴ ἐξουθενεῖτε.

21. πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε·

22. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

23. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τηρηθείη.

24. πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

25. ᾿Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν.

26. ᾿Ασπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.

Διαβάστε πλήρες κεφάλαιο Προσ Θεσσαλονικεισ Α΄ 5