Καινή Διαθήκη

Προσ Κορινθιουσ Β΄ 4:11-16 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

11. ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ ᾿Ιησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ ᾿Ιησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.

12. ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.

13. ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,

14. εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον ᾿Ιησοῦν καὶ ἡμᾶς διὰ ᾿Ιησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.

15. τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

16. Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾿ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.

Διαβάστε πλήρες κεφάλαιο Προσ Κορινθιουσ Β΄ 4