Καινή Διαθήκη

Προσ Κολοσσαεισ 1:16-21 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

16. ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα,τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς,τὰ ὁρατὰ καὶ τὰ ἀόρατα,εἴτε θρόνοι εἴτε κυριότητεςεἴτε ἀρχαὶ εἴτε ἐξουσίαι·τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·

17. καὶ αὐτός ἐστι πρὸ πάντων,καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε,

18. καὶ αὐτός ἐστιν ἡ κεφαλὴτοῦ σώματος, τῆς ἐκκλησίας·ὅς ἐστιν ἀρχή,πρωτότοκος ἐκ τῶν νεκρῶν,ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,

19. ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι

20. καὶ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν,εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾽ αὐτοῦεἴτε τὰ ἐπὶ τῆς γῆςεἴτε τὰ ἐν τοῖς οὐρανοῖς.

21. καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς,

Διαβάστε πλήρες κεφάλαιο Προσ Κολοσσαεισ 1