Καινή Διαθήκη

Προσ Κολοσσαεισ 1:14-18 Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ ΕΓΚΡΙΣΕΙ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ (NTPT)

14. ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·

15. ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου,πρωτότοκος πάσης κτίσεως,

16. ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα,τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς,τὰ ὁρατὰ καὶ τὰ ἀόρατα,εἴτε θρόνοι εἴτε κυριότητεςεἴτε ἀρχαὶ εἴτε ἐξουσίαι·τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·

17. καὶ αὐτός ἐστι πρὸ πάντων,καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε,

18. καὶ αὐτός ἐστιν ἡ κεφαλὴτοῦ σώματος, τῆς ἐκκλησίας·ὅς ἐστιν ἀρχή,πρωτότοκος ἐκ τῶν νεκρῶν,ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,

Διαβάστε πλήρες κεφάλαιο Προσ Κολοσσαεισ 1